Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.43 Joseph. AJ 2.47 (English) >>Joseph. AJ 2.52

2.45

Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθʼ ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, 2.46ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφʼ οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται· 2.47εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι· εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν. 2.48προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρʼ αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον. 2.49οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.43 Joseph. AJ 2.47 (English) >>Joseph. AJ 2.52

Powered by PhiloLogic